Ancient Greek
P.Ryl. 2 238
Documentary Papyri, P.Ryl. 2 238
Not analysed yet
παρὰ Ἀλυπίου. φροντίς σοι γενέσθω τοῖς κυνηγοῖς οὓς ἀπέστειλα ἀγρεῦσαι συάγρους διὰ πολλὰς χρείας παρασχεῖν τὰ ἐπιτήδεια πάντα, τοῦτʼ ἔστιν ὅσα ἔθος ἔχουσι λαμβάνειν καὶ τὰ κτήνη αὐτῶν καὶ αὐτοί, ἵνα ἀγρεύσωσι μετὰ πάσης σπουδῆς, καὶ κτηνύδριον δὲ αὐτοῖς ἓν γοργὸν τῶν ὑπὸ σὲ παράσχες, ἐπειδήπερ τὸ αὐτῶν ὃ εἶχαν βουρδωνάριον εἰς ἐμὴν ὑπηρεσίαν κατέσχον. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε. Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους θ Παχὼν κε.