Ancient Greek
P.Ryl. 2 243
Documentary Papyri, P.Ryl. 2 243
Not analysed yet
Δημάριν καὶ Εἰρήνη Σύρῳ τῶι φιλτάτῳ πλεῖστα χαίρειν. οἴδαμεν ὅτι ἀηδῶς ἔχεις διὰ τὴν λειψυδρίαν, τοῦτο οὐ μόνον ἡμῖν γενάμενον ἀλλὰ καὶ πολλοῖς, ἐπιστάμεναι ὅτι οὐδὲν παρὰ σὲ γέγονε. καὶ νῦν ἐπιστάμεθά σου τὸ σπουδαῖον καὶ ὡς ἐπίκεισαι τοῖς ἔργοις τοῦ κλήρου, ἐλπίζουσαι σὺν θεῷ τὸ πεδίον σπαρῆναι. ὅσα ποτὲ οὖν ἐὰν ἀναλώσῃς εἰς τὴν τοῦ κλήρου κατεργασίαν, ἡμῖν ἐνλόγησον ἐπὶ λόγου. δέξαι παρὰ Νιννάρου εἰς λόγον Εἰρήνης τὸ ἐπιβάλλον αὐτῇ μέρος καὶ εἰς τὸν λόγον Δημαρίου ὁμοίως δέξαι παρὰ Ἁτρῆτος τὸ ἐπιβάλλον αὐτῇ μέρος. ἐρρῶσθαί σε εὐχόμεθα. Σύρῳ παρὰ Εἰρήνης καὶ Δημαρίου.