Ancient Greek
P.Ryl. 2 244
Documentary Papyri, P.Ryl. 2 244
Not analysed yet
Διόσκορος Εὖτι τῇ ἀδελφῇ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαι θεοῖς πᾶσιν ὅπως ὑγιαίνοντας ὑμᾶς ἀπολάβω. ὡς ἔγραψάς μοι περὶ τῆς ἀδελφῆς σου ἵνα βιβλίδια ἀναδῶμεν, εὐθέως ἔμαθον παρὰ Εὐτυχιανοῦ ὅτι ἀνεδόθη καὶ οὐκέτι περὶ τοῦτο γέγονα. τὰ δὲ σωμάτια πολλοῦ ἐστιν ἐνθάδε καὶ οὐ συμφέρει ἀγοράσαι, καὶ οὐδὲ σουβρικοπάλλιον ἐνθάδε εὑρήκαμεν Εὐψηφίας· πάντα γὰρ πρόστιμα γέγονεν, καὶ Ἁτρῆτι εἶπον περὶ αὐτοῦ τούτου …ρ…νατ… θέλει ἀγορᾶσθαι …προσδέχεται ἡ ἀδελφή …ἄσπασαι τ… συ…πο…ω καὶ τὸν υἱὸν …α καὶ τὴν ἀδελφὴν …τὸν Πεκῦσιν καὶ τὸν οἶκον αὐτοῦ ὅλον …μένων τὰ αιαρ…ου πραθῇ τῷ σα… ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. Διόσκορος τῇ ἀδελφῇ …Σενινῆβις ὀπωροφύλαξ κτήματος Πτολεβέρσιος