Ancient Greek
P.Ryl. 2 250
Documentary Papyri, P.Ryl. 2 250
Not analysed yet
ἔτους νδ Φαῶφι ιε. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Πτολεμαῖος δεκάτης ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ πρὸς τῆι ὠνῆι διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεὺς ὠνῆς Μαιθώτιος τῆς Ψενενούπιος ψιλοῦ τόπου α 𐅵ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς, ἣν ἠγόρακεν παρὰ Ψενενούπιος τοῦ Ὥρου πρὸς χαλκοῦ τάλαντον α, τέλος οὗ ἀλλαγὴ δραχμὰς χ, γίνονται δραχμαὶ χ. Πτολεμαῖος τραπεζίτης. ετου