Ancient Greek
P.Ryl. 2 249
Documentary Papyri, P.Ryl. 2 249
Not analysed yet
ἔτους νβ Παχὼν κα. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Ἀπολλώνις δεκάτης ἐνκυκλίου κατὰ τὴν παρὰ Πανίσκου καὶ Κεφάλωνος τελωνῶν διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Πολυδεύκης ὁ ἀντιγραφεὺς Νεχούτης ὃς καὶ Εὔνομος Πατσεοῦτος οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης καὶ δεδοκωμένης ἐπάνω τῆς πύλης, ἣν τέθεικεν Πατσεοῦς ὁ πατὴρ αὐτοῦ χαλκοῦ δραχμῶν Β, οὗ ἀλλαγὴ σ.