Ancient Greek
P.Ryl. 2 76
Documentary Papyri, P.Ryl. 2 76
Not analysed yet
τους κατεχώρισεν. Ἑρμιόνης τῆς ἀνεψιᾶς τελευτησάσης ἀφήλικος ἐπί τε ἐμοὶ καὶ τοῖς ὁμομητρίοις ἀδελφοῖς κληρονόμοις ἀπεγραψάμην τὸ κατʼ ἐμὲ ἥμισυ μέρος τῶν ὑπαρχόντων αὐτῆς, ὁμοίως καὶ τῶν τῆς μητρός μου Ἑλένης, κατὰ τοὺς νόμους καὶ τὰ κεκριμένα ὑπό τε τῶν κατὰ καιρὸν ἐπιτρόπων τε καὶ ἡγεμόνων περὶ τοῦ δεῖν κατʼ οἶκον εἶναι τὴν διαίρεσιν τῶν κτημάτων καὶ μὴ κατὰ πρόσωπον, ἃ καὶ ἀναγνώσομαι λεγομένου τοῦ πράγματος.