Ancient Greek
77.1.1 to 77.2.37
Documentary Papyri, P.Ryl. 2 77.1.1-77.2.37
Not analysed yet
Σαραπίωνι τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ τοῦ αὐτοῦ νομοῦ …μου γενομένου στρατηγοῦ υἱοῦ Νεμεσιανοῦ …Ἑρμαίου τοῦ καὶ Διδύμου γενομένου κοσμητοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων φανερὸν …λαμβάνειν ἐπιστολὴ τοῖς ἄρχουσι …τοῦ τῶν ἀρχόντων λογιστηρίου …τοῖς κοσμηταῖς μηδʼ ἐξ αὐτοῦ …ντο… ὑπηρετῶν τὸ ἕτερον …ετ…ου πραχθέντα καὶ …ἔτους …Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Ἁθὺρ δ …καλης προσαγαγόντες …ενα ἐπέμψατε πρὸς ἡμᾶς …ῆσαι περὶ τὴν Ἀρμενίαν …τα γράμματος προέγραψα …εται… διὰ τοῦτο ἐν τῇ φυλακῇ …ησω…σι καὶ ὀλίγου ἀπεκαρ…θῆναι τὴν λειτουργίαν διὰ τοῦτο …τὴν ἀπαλλαγήν. Ἱέραξ ῥήτωρ εἶπεν· …καὶ μηδὲ τροφῶν μεταλαβεῖν …ἀδικοῦμεν εἰς τηλικαύτην ὕβριν …ἐν περιουσίᾳ ἱκανὴν ἐτύγχανεν …τησεν τῷ ταμείῳ καὶ διὰ τοῦτο …σειν οἷόν τʼ ἐστὶν τὸ παντελῶς …ίους αὐτῷ ὑπάρξειν εἰς τὴν …ς ὥστε οὐκ οἷόν τʼ ἐστὶν …υτικὴν ὕβριν ἀξιοῖ …ν ἀρχῆς καὶ Αὐρήλιος …οἱ διέποντες τὴν τῶν στεμμάτων διοίκησιν εἶπον· …προσπεποίηται ἄπορος εἶναι, ὥστε δύνασθαι αὐτὸς μὲν ἀπηλλάχθαι ἑτέρους δὲ ἀντʼ αὐτοῦ δοθῆναι. Ἅρπαλος εἶπεν· ἐὰν ὑμῖν δοκῇ, κελεύσατε ὃ ἔδωκα ἱκανὸν ἀνεθῆναι καὶ τὰς κλεῖδας τοῦ οἰκηματίου ἀποδοθῆναι. οἱ διέποντες τὴν τῶν στεμμάτων διοίκησιν εἶπον· καὶ τὸ ἱκανὸν ἀνεθήσεται καὶ τὰς κλεῖδας ἀπολήμψει. ἐξῆλθε …ας ὑπηρέτης. ἕως τούτου τὸ ἀντίγραφον. ἔτους λβ μηνὸς Ἐπεὶφ κθ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. καὶ ἀντίγραφον ὑπομνήματος· με… δημόσια πρὸς τῷ βήματι παρόντων τῶν ἐνάρχων Δίου γυμνασιάρχου Διονυσίου τοῦ καὶ …νθεου ἐξηγητοῦ, Ὀλυμπιοδώρου προδίκου, Ἀπολλωνίου Ἡρακλαπόλλωνος γυμνασιαρχήσαντος καὶ Ἀχιλλέως Κορνηλίου, τῶν παρεστώτων ἀπὸ τῆς πόλεως ἐπιφωνησάντων· στεφέσθω Ἀχιλλεὺς κοσμητείαν· μιμοῦ τὸν πατέρα τὸν φιλότιμον τὸν γέροντα φῶτα, Ἀχιλλεὺς εἶπεν· πειθόμενος τῇ ἐμαυτοῦ πατρίδι ἐπιδέχομαι στεφανηφόρον ἐξηγητείαν ἐπὶ τῷ ἐτήσια εἰσφέρειν με τάλαντα δύο καὶ ἀπαλλαγῆναι ἐπιτηρήσεως διαμισθουμένης γῆς. Ὀλυμπιόδωρος εἶπεν· ἡ τύχη τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος ἀφθόνως ἀρχὰς παρέχει καὶ τῆς πόλεως αὐξάνει τὰ πράγματα, τί τʼ οὐκ ἤμελλεν ἐπὶ τῇ ἐπαφροδίτῳ ἡγεμονίᾳ Λαρκίου Μέμορος; εἰ μὲν οὖν ὁ Ἀχιλλεὺς βούλεται στεφανωθῆναι ἐξηγητείαν, εἰσενεγκάτω τὸ εἰσιτήριον ἐντεῦθεν, εἰ δὲ μή, οὐχ ἧττον ἑαυτὸν ἐχειροτόνησεν εἰς τὴν κατεπείγουσαν ἀρχὴν κοσμητείαν.