Ancient Greek
77.2.38 to 77.2.52
Documentary Papyri, P.Ryl. 2 77.2.38-52
Not analysed yet
Ἀχιλλεὺς εἶπεν· ἐγὼ ἀνεδεξάμην ἐξηγητείαν ἐπὶ τῷ κατʼ ἔτος δύο τάλαντα εἰσφέρειν, οὐ γὰρ δύναμαι κοσμητείαν. Ὀλυμπιόδωρος εἶπεν· ἀναδεξάμενος τὴν μείζονα ἀρχὴν οὐκ ὀφείλει τὴν ἐλάττονʼ ἀποφεύγειν. Ἀμμωνίων Διοσκόρου ὑποτυχὼν εἶπεν· πάσης τῆς ἐνεστώσης ἔτυψέ με ὁ Ἀχιλλεὺς καὶ αὐτὰ ταῦτα ἀσφαλίσομαι διὰ τῶν σῶν ὑπομνημάτων ὅτι καὶ ἐντυγχάνω τῷ λαμπροτάτῳ ἡγεμόνι περὶ τῆς ὕβρεως. Ἀχιλλεὺς εἶπεν· οὔτε ἔτυψα αὐτὸν οὔτε ὕβρισα. Σαραπίων ὁ καὶ Ἀπολλώνιος στρατηγὸς εἶπεν· ἃ μὲν εἰρήκατε γέγραπται, μεταπεμφθήσονται δὲ καὶ οἱ κοσμηταὶ ἵνα ἐπὶ παροῦσι αὐτοῖς αὐτὰ ταῦτα εἴπητε. μετʼ ὀλίγον πρὸς τῷ Καισαρείῳ Διογένης καὶ Διόσκορος καὶ οἱ σὺν αὐτοῖς κοσμηταὶ προελθόντες παρόντος τοῦ Ἀχιλλέως διὰ τοῦ ἑνὸς αὐτῶν, Διογένης εἶπεν· ἐμάθομεν τὸν Ἀχιλλέα προβαλόμενον ἑαυτὸν εἰς ἐξηγητείαν ἀπόντων ἡμῶν, τοῦτο δὲ οὐκ ἐξῆν, ὁ γὰρ θειότατος Ἀντωνῖνος διὰ διατάγματος ἐκέλευσεν μὴ συγχωρεῖσθαι ἄνευ τριῶν ἐπιλόγχων εἰς ἐξηγητείαν· πολλῶν οὖν ἐπιλόγχων ὄντων ὀφείλει εἰς τὴν κατεπείγουσαν ἀρχὴν παραβαίνειν, ὡς ἀναγνώσομαί σοι τὸ διάταγμα. καὶ ἀναγνόντος ἀντίγραφον διατάγματος Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ κοσμητεύσαντος παρὼν εἶπεν· ἰδίῳ κινδύνῳ στέφω τὸν Ἀχιλλέα τὴν κοσμητείαν. Ὀλυμπιόδωρος εἶπεν· ἔχομεν δὴ φωνὴν τοῦ Ἀσπιδᾶ ὅτι ἰδίῳ κινδύνῳ αὐτὸν στέφει. καὶ ὀφείλει στεφῆναι, ἤδη γὰρ ἡ ἀρχὴ ἀδιάπτωτός ἐστιν τῇ πόλει. ὁ στρατηγὸς εἶπεν τὰ εἰρημένα ὑπομνηματισθῆναι. ἀνέγνων. καὶ ἑτέρου ἐπιστάλματος τὸ ἀντίγραφον· ἄρχοντες Ἑρμοῦ πόλεως τῆς μεγάλης Σαραπίωνι τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ Ἑρμοπολίτου τῷ φιλτάτῳ χαίρειν. Ἀχιλλεὺς Νεαρχίδου τοῦ καὶ Κορνηλίου ἀγορανομήσαντος ἀγόμενος εἰς κοσμητείαν ὑπό τινων κοσμητῶν ὑπέσχετο ἐπὶ σοῦ ἐξηγητεύσειν. ἡμῶν δὲ προτρεπομένων αὐτὸν ἀναδέξασθαι τὴν κοσμητείαν διὰ τὸ μὴ πολλοὺς ἔχειν τὴν πόλιν κοσμητὰς πλειόνων ὄντων ἐπιλόγχων ἐξηγητῶν Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ κοσμητεύσαντος ἔστεψεν αὐτὸν ἰδίῳ κινδύνῳ τὴν κοσμητείαν, καθὰ διʼ ὑπομνημάτων σου ἀνείλημπται. τῆς οὖν ἀρχῆς τῇ πόλει ἀδιαπτώτου οὔσης ἐξ ὁποτέρου αὐτῶν ἐπιστέλλεταί σοι ὅπως ἀκόλουθα τοῖς ἐπὶ σοῦ γενομένοις προνοήσῃ πρᾶξαι, εἰς τὸ τὴν πόλιν ἀπολαβεῖν τὴν ἀρχήν. ἔτους λβ Φαρμοῦθι ιγ. ὑπέγραψαν ἐξηγητὴς καὶ γυμνασίαρχος.