Ancient Greek
P.Ryl. 2 84
Documentary Papyri, P.Ryl. 2 84v
Not analysed yet
Μοινατίδης Μερούλᾳ στρατηγῷ Ἑρμοπολίτου χαίρειν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἑρμοδώρου Κορνηλίου τὸ ἕτερον σημειωσάμενος ἔπεμψά σοι μετὰ καὶ τῶν ἐνεχθέντων μοι ὑπὸ τῶν γραμματέων, ὅπως φροντίσῃς, ἐὰν τὰ ὀφιλόμενα εἰσενεχθῇ, τὴν ἄνεσιν τὴν διὰ τοῦτο γενομένην τῶν ὑπαρχόντων γενέσθαι, ἐάν γε μηδὲν ἕτερον τῷ ταμείῳ ὀφείλῃ. ταῦτα γράφω διαδεχόμενος τὴν Πρόκλου τοῦ κρατίστου εἰς Αἴγυπτον ἀποδημίαν. ἐρρῶσθαί σε εὔχομαι. ἔτους θ Μεσορὴ η. Ε…ακων Ἰσίδωρο…ων ἐν Ἑρμοῦ πόλει …