Ancient Greek
P.Ryl. 2 86
Documentary Papyri, P.Ryl. 2 86
Not analysed yet
Διονύσιος Ἀρχίου γυμνασιαρχήσας Ἑρμοῦ πόλεως τῆς μεγάλης ταμίας πολιτικῶν καὶ ἱερατικῶν χρημάτων τῷ κοινῷ τῶν κοσμητῶν διὰ Διογένους καὶ Ἀγαθοῦ Δαίμονος κοσμητευσάντων χαίρειν. διαγεγράφηκα τῇ σήμερον ἥτις ἐστὶν ἐννεακαιδεκάτη ἡμέρα μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἔτους εἰς λόγον ἱπποδρομιῶν τοῦ αὐτοῦ δ ἔτους ἀργυρίου δραχμὰς πεντακισχιλίας ἑξακοσίας, γίνονται ἀργυρίου δραχμαὶ Εχ, λόγου φυλασσομένου τῇ πόλει περὶ οὗ ἐχει παντὸς δικαίου. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Ἁθὺρ ἐννεακαιδεκάτῃ. Διονύσιος Ἀρχίου γυμνασιαρχήσας σεσημείωμαι τὰς ἀργυρίου δραχμὰς πεντακισχιλίας ἑξακοσίας ὡς πρόκειται.