Ancient Greek
P.Ryl. 2 98
Documentary Papyri, P.Ryl. 2 98
Not analysed yet
Ἰσίωνει καὶ τοῖς λοιποῖς ἐπιτηρηταῖς θ μισθοῦ βαφικῆς παρὰ Ἥρωνος Ἡρώδου τοῦ Θεογίτονος ἀπὸ ἀμφόδου Σεκνεπτυνείου. βούλομαι ἐπιχωρηθῆναι παρὰ ὑμῶν ἱστωναρχίαν κώμης Ἀρχελαείδος πρὸς μόνον τὸ ἐνεστὸς ιγ ἔτος Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου φόρου ἐνιαυσίου σύνπαντι λόγῳ ἀργυρίου δραχμῶν τριακοσίων ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου, τῶν εἰς ἑτέρους λόγους εἰς διοίκησιν τελουμένων ὄντων πρὸς ἐμὲ τὸν μισθούμενον, ἐὰν φαίνηται ἐπιχωρῆσαι. Ἰσίδωρος ἔσχον τούτου τὸ ἴσον. Ἰσίων ἔσχον τούτου τὸ ἴσον. ἔτους ιγ Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ β…