Ancient Greek
P.Ryl. 2 98 a
Documentary Papyri, P.Ryl. 2 98A
Not analysed yet
Φιλίππῳ Ἀφροδισίου καὶ μετόχοις ἐπιτηρηταῖς νομῶν δρυμοῦ κώμης Θεαδελφείας παρὰ Ἥρωνος τοῦ Ἀπολλωνίου ἀναγραφομένου ἐπʼ ἀμφόδου Κιλίκων κυνηγοῦ Πέρσου τῆς ἐπιγονῆς. βούλομαι ἐπιχωρηθῆναι παρʼ ὑμῶν θηρεύειν καὶ ἀγριεύειν ἐν τῷ προκειμένῳ δρυμῷ πᾶν ὄρνεον ἐπὶ γῆς πρὸς μόνον τὸ ἐνεστὸς ιη ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν τεσσαράκοντα καὶ τὴν ἀπόδοσιν ποιήσομαι ἐν μηνὶ Φαρμοῦθι τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους, ἕξω δὲ σὺν ἐμαυτῷ ἐργάτας δύο ,ἐὰν φαίνηται ἐπιχωρῆσαι. …