Ancient Greek
P.Ryl. 4 557
Documentary Papyri, P.Ryl. 4 557
Not analysed yet
Νουμήνιος Ζήνωνι χαίρειν. παρὰ τὸ γεγραφέναι ἡμῖν Ἀπολλώνιον συναντῆσαι αὐτῶι εἰς Μέμφιν τῆι β ἠναγκάσμεθα περιοδεύειν τὸν νομὸν οὐθενὶ κόσμωι, ὅπως ὅ τι τάχος ἕτοιμοι ὦμεν τὸν ἀνάπλουν ποιεῖσθαι. καλῶς ἂν οὖν ποιήσαις γράψας ἡμῖν πόσας ἔτι ἡμέρας μενεῖ ἐν τῶι Μενδησίωι καὶ πότε τὸν ἀνάπλουν εἰς Μέμφιν ποιήσεται, εὐθέως δὲ καὶ τὰ γενέθλια τοῦ βασιλέως ποῦ διέγνωκεν ἄγειν καὶ τίνι ἡμέραι ὡς τῶν Αἰγυπτίων ἡ θυσία ἔσται, ὅπως εἰδῶμεν. ἔρρωσο. ἔτους κθ Μεχὶρ ιζ 20Ζήνωνι Νουμήνιος περὶ συναντήσεως τῆς εἰς Μέμφιν. ἔτους κη Δύστρου κ, ἐν Μέμφει.