Ancient Greek
P.Ryl. 4 558
Documentary Papyri, P.Ryl. 4 558
Not analysed yet
Κρίτων Ζήνωνι χαίρειν. συντέταχεν Ἀπολλώνιος τὴν θαλαμηγὸν τὴν Πετεχῶντος δοῦναι Πλειστάρχωι ὅπως ἀποκατασταθῆι εἰς …καλῶς οὖν ποιήσεις δούς τινα αὐλαίαν ὅπως παράβλημα ἔχηι. ὑπάρχουσιν δὲ νῦν ναῦται δ. προσμισθώσασθαι οὖν σύνταξον Πετεχῶντι ἄλλους δ ὥστε γενέσθαι πάντας η, καὶ δὸς τοῖς η ἑκάστωι σὺν τῶι σίτωι εἰς τὸν πλοῦν ὀψώνιον χαλκοῦ δραχμὰς θ, καὶ συναπόστειλον αὐτὴν ἐν τάχει. ἔρρωσο ἔτους κθ λαβὲ δὲ καὶ τὰς εἰκόνας τῶν ναυτῶν. 20Ζήνωνι Κρίτων περὶ θαλαμηγοῦ ἵνα δοθῆι Πλειστάρχωι καὶ ναυτῶν. ἔτους κθ Δαισίου ι, ἐν Ἀλεξανδρείαι.