Ancient Greek
P.Ryl. 4 578
Documentary Papyri, P.Ryl. 4 578
Not analysed yet
κθ Ζωπύρωι ἐπιμελητῆι παρὰ Ἰούδου τοῦ Δωσιθέου Ἰουδαίου· γεωργοῦντός μου περὶ Φιλαδέλφειαν χέρσου ἀρούρας γ τῶν προυπαρχόντων ἐκφορίων κατʼ ἔτος τὴν ἀρουρῶν ἐκλογὴν πυρῶν ἀρτάβας δ, ἣν καὶ μετὰ πολλῆς κακοπαθίας καὶ δαπάνης κατειργασμένου τά τε ἐκφόρια κατʼ ἔτος ἀνεγκλήτως ἀπευτακτηκότος μέχρι τοῦ κγ ἔτους, νυνὶ Μαρρῆς ὁ κωμογραμματεὺς παρὰ τὸ καθῆκον ἀναγέγραφέν με πλεῖον τῶν ἐκφορίων ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ε 𐅵,καθόλου μὴ τετελεκότος μου· διὸ προσδεόμενος τῆς σῆς φιλανθρωπίας ἀξιῶ, ἐὰν φαίνηται, γράψαι ὧι καθήκει ἀνενέγκαι σοι τὰ τῆς ἀκριβείας ὅπως ἐὰν ἦι οἷα γράφω προνοηθῇς ὡς οὐθὲν παρὰ τὸ δέον πραχθήσομαι, αὐτὸς δὲ τύχω τοῦ δικαίου. εὐτύχει …