Ancient Greek
P.Ryl. 4 579
Documentary Papyri, P.Ryl. 4 579
Not analysed yet
Σαραπίωνι συγγενεῖ καὶ στρατηγῶι παρʼ Ἠκλείδου τοῦ Νικίου τῶν ἐκ κώμης Ψώβθεως τῆς μέσης τοπαρχίας. ὑπαρχόντων ἐμοί τε καὶ τοῖς ἀδελφοῖς πατρικῶν τόπων ἐν τῆι προκειμένηι κώμηι καὶ τούτων διῃρημένων πρὸς ἑαυτοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις καθʼ ἣν τεθείμεθα πρὸς ἀλλήλους διαίρεσιν ἀποδιεσταλμένου ἑκάστωι τοῦ αἱροῦντος πηχισμοῦ, νυνὶ δὲ βουλόμενος ἐν τοῖς ἐπιβεβληκόσι μοι μέρεσι τεῖχος καθελεῖν καὶ ἀνοικοδομῆσαι, ὑποπτευόμενος δὲ μή ποτε παραστήσας ἐγὼ τὰ πρὸς τὸ πρᾶγμα διακωλυθῶ, ἀξιῶ ἐὰν φαίνηται συντάξαι γράψαι τῶι τῆς κώμης ἐπιστάτηι μη…