Ancient Greek
P.Ryl. 4 587
Documentary Papyri, P.Ryl. 4 587
Not analysed yet
ἐδάνεισεν Παῶς Ὀννώφριος Ἀρσινοίτης Ψιλλοῦτι καὶ Πετεησίωι τοῦ Ἁρμαίος τοῖς β καὶ τῆι μητρὶ Τερπῶτι Πετώιος Περσίνηι χαλκοῦ τάλαντα β Βφ συγγραφοφύλαξ Ἡρακλείδης. βασιλέως Πτολεμαίου θεοῦ Σωτῆρος ἔτους τριακοστοῦ ἐφʼ ἱερέως τοῦ Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείαι μηνὸς Δύστρου ἐνάτηι καὶ εἰκάδι, Τῦβι ἐνάτηι καὶ εἰκάδι ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου. ἐδάνεισεν Παῶς Ὀννώφριος Ἀρσινοίτης Ψιλλοῦτι καὶ Πετεησίωι τῶι καὶ Πετεσούχωι τοῖς δυσὶ Ἀγαθίνου τοῦ καὶ Ἁρμάιος Πέρσαις τῆς ἐπιγονῆς καὶ τῆι τούτων μητρὶ Μεθ… τῆι καὶ Τερπῶτι Διονυσίου τοῦ καὶ Πετώιος Περσίνηι μετὰ κυρίου Ψιλλοῦτος τοῦ καὶ προγεγραμμένου αὐτῆς υἱοῦ χαλκοῦ νομίσματος τάλαντα δύο καὶ δραχμὰς δισχιλίας πεντακοσίας τόκου ὡς ἐκ δύο δραχμῶν τῇ μνᾷ τὸν μῆνα ἕκαστον. τοῦτό δʼ ἐστι τὸ δάνειον ὃ εἴληφαν οἱ δεδανεισμένοι παρὰ Παῶτος εν τ… βλαβαμμ…ν διὰ …η… τὸ δὲ δάνειον τοῦτο καὶ τοὺς τόκους ἀποδότωσαν οἱ δεδανεισμένοι Παῶτι ἐν μηνὶ Παῦνι τοῦ τριακοστοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ προγέγραπται ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Παῶτι παραχρῆμα τὸ μὲν δάνειον καὶ τοὺς τόκους ἁπλοῦς. ἔγγυοι ἀλλήλων τοῦ δανείου τούτου πάντων εἰς ἔκτισιν οἱ δεδανεισμένοι, τῆς δὲ πράξεως οὔσης Παῶτι τῶι δεδανεικότι καὶ ἀπὸ τριῶν τῶν δεδανεισμένων καὶ ἀφʼ ἑνὸς καὶ ἀφʼ οὗ ἂν αἱρῆται αὐτῶν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς· ἡ συγγραφὴ κυρία. μάρτυρες Ἡρακλείδης Ἡρακλείδου… Ἀριστόβουλος Σώτου Η… Μένων Μένονος …νίδης Ἀγάθινος Θιμ…ν…ν συγγραφοφύλαξ Ἡρακλείδης κεχρημάτικα Ψιλλοῦτις καὶ Πετεήσιος ὃς καὶ Πετεσοῦχος οἱ δύο Ἀγαθίνου τοῦ καὶ Ἁρμάιος Πέρσαι τῆς ἐπιγονῆς καὶ ἡ τούτων μήτηρ Μεθυ… ἡ καὶ Τερπῶς Διονυσίου τοῦ καὶ Πετώιος Περσίνη ἔχομεν τὸ δάνειον τὰ δύο τάλαντα καὶ δραχμὰς δισχιλίας πεντακοσίας τοῦ χαλκοῦ τόκων διδράχμων ὃ καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ τριακοστοῦ ἔτους καὶ ἐν …