Ancient Greek
P.Ryl. 4 588
Documentary Papyri, P.Ryl. 4 588
Not analysed yet
βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης τῆς ἀδελφῆς θεῶν Φιλοπατόρων καὶ Φιλαδέλφων ἔτους τετάρτου ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείᾳ μηνὸς Δίου ὀγδόηι Θωὺθ ὀγδόηι ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σοχώτης Σεσνώσιος Ἀρσινοείτης Σωσιβίωι τῶι καὶ Ψέλλωι καὶ Πτολεμαίωι τῶι καὶ Πετεσούχωι τοῖς δυσὶ Πρωτάρχου τοῦ καὶ Ἁρμάιος Μακεδόσι, καθὰ δὲ συνήλλαξαν Πέρσαι τῆς ἐπιγονῆς ἀπέχειν παρʼ αὐτῶν ὑπέρ τε αὐτῶν καὶ ὑπὲρ τοῦ ἀδελφοῦ αὐτῶν Πρωτάρχου τοῦ καὶ Ἁρμαίος τοῦ Πρωτάρχου χαλκοῦ νομίσματος τάλαντα ὀκτὼ δραχμὰς δισχιλίας πεντακοσίας καὶ τοὺς τούτων τόκους, τὸ δάνειον ὃ ἐδάνεισεν ὁ Σοχώτης τοῖς προγεγραμμένοις κατὰ συγγραφὴν τὴν ἀναγεγραμμένην ἐπὶ τὸ αὐτὸ ἀρχεῖον τοῦ τρίτου καὶ τριακοστοῦ ἔτους Μεχεὶρ πέμπτηι διʼ ἧς ἐνεγράφησαν ἔγγυοι ἀλλήλων τοῦ δανείου τούτου, καὶ μὴ ἐπελεύσεται μήτε αὐτὸς Σοχώτης μήτε ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ τοὺς προγεγραμμένους μήτε αὐτοὺς μήτε περὶ τοῦ σημαινομένου δανείου κυρωθέντος ὃ ἀπέχει μηδὲ περὶ ἄλλου μηδενὸς τῶν διὰ τῆσδε τῆς συγγραφῆς σημανθέντων …μηδὲ περὶ ἑτέρου ἁπλῶς ὀφειλήματος ἢ πράγματος ἐγγράπτου καὶ ἀγράφου ἀπὸ τῶν ἐπάνω χρόνων ἕως τῆς προκειμένης ἡμέρας, ἐὰν δὲ ἐπέλθηι, ἡ μὲν ἔφοδος καὶ ἡ ἔνκλησις αὐτῶι τε Σοχώτηι καὶ τῶι περὶ αὐτοῦ ἐπελθόντι περί τινα τούτων κατὰ πᾶν μέρος ἄκυρος ἔστω καὶ προσαποτεισάτω Σοχώτης τοῖς προγεγραμμένοις ἢ ὧι ἂν αὐτῶν ἐπέλθηι παραχρῆμα ἐπίτιμον ἀργυρίου ἐπισήμου δραχμὰς πεντακοσίας καὶ τὸ βλάβος. ἡ συγγραφὴ κυρία πάντηι. διὰ Πτολεμαίου τοῦ Μαρρήους Ἡρακλείδης κεχρημάτικα ἔτους δ Θωὺθ η Σοχώτης Σεσνώσιος Ἀρσινοείτης ὁμολογῶ ἀπέχειν τὸ δάνειον τὰ ὀκτὼ τάλαντα καὶ τὰς δισχιλίας πεντακοσίας δραχμὰς τοῦ χαλκοῦ καὶ τοὺς τόκους καὶ οὐκ ἐπελεύσομαι καθότι προγέγραπται καὶ ἀνενήνοχα τὴν συγγραφὴν ἐπὶ τὸ ἀρχεῖον τῶν δεδανεισμένων. ἔγραψεν ὑπὲρ αὐτοῦ Πτολεμαῖος Πτολεμαίου ἀξιωθεὶς διὰ τὸ φάσκειν αὐτὸν μὴ ἐπίστασθαι γράμματα. ἔτους δ Θωὺθ η ὁμολογία Σοχωτου πρὸς Σωσίβιον καὶ Πτολεμαῖον