Ancient Greek
P.Ryl. 4 606
Documentary Papyri, P.Ryl. 4 606
Not analysed yet
…αμ… …χου …γγλοκεραμι… …δ …ἀρτάβη α γ …ὑπόμνησιν …τεσσάρων …ων ὑπὸ λιτρ …παρὰ τοῦ ἀδελφοῦ σου Θωνίου, ἀργυρίου τάλαντον ἕν . ἐκομισάμην παρὰ τοῦ λινοπλύτου τέσσαρας λίτρας μόνας. λοιπαὶ παρʼ αὐτῷ. τὰ ἐπιλοίματα ἐκομισάμην ἀπὸ τοῦ τέκτονος· ἀφʼ οὗ ὀφείλει δραχμῶν Β ἐπὶ λόγου ἔσχον δραχμὰς Α, κόμισαι παρὰ Ἀπίωνος σάκκον ἕνα τριχερι καὶ ἄλλον σίππινον. οὐδὲν ἔσχον ἀπʼ οὐδένος ἐν τῇ οἰκίᾳ Ἀπίωνος. ὅρα χαλκίνων …ρον …θε …αι…κ…ιις… εἰς Ἀλεξανδρίαν γ…υν πρὸς αὐτήν, καὶ δέξαι τοῦ παντός. νομίζω ὅτι συνφέρει ἡμῖν οὐ μόνον ἀπὸ ταύτης ἀλλʼ ἀφʼ οὗ ἐὰν εὕρῃς. ἔχομεν δὲ λωτίκιον ἔνσημον καὶ φακιάριον λινοῦν τοῦ Ἱέρακος τοῦ Συνλαυρίτου. ὑποτέθηκεν αὐτὰ δραχμῶν υ. κεῖται ἐν τῇ μετάλῃ κάμπτρᾳ καὶ τὰ ἐνεχθέντα σου ἱμάτια.