Ancient Greek
P.Ryl. 4 607
Documentary Papyri, P.Ryl. 4 607
Not analysed yet
Διονύσιος Ἀπίωνι χαίρειν· προσέταξεν ἡ θεία τύχη τῶν δεσποτῶν ἡμῶν τὸ Ἰταλικὸν νόμισμα εἰς ἥμισυ νούμμου καταβιβασθῆναι· σπούδασον οὖν πᾶν τὸ Ἰταλικὸν ἀργύριον ὃ ἔχεις ἀναλῶσαι ἀγοράσας μοι εἴδη παντοδαπὰ καὶ ποίας εὑρίσκεις τιμῆς. τούτου τε ἕνεκα ἀπέστειλα πρός σε ὀφφικιάλιον· προγίνωσκε δὲ ὡς εἰ βουληθείης κακουργίᾳ τινὶ χρήσασθαι οὐκ ἀνέξομαί σου. ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, ἄδελφε. Φαρμοῦθι η παρέλαβα τὴν ἐπιστολὴν παρὰ τοῦ ὀφφικιαλίου Διονύσιος Ἀπίωνος Ἀντινοέως βοηθοῦ Διονύσιος