Ancient Greek
P.Sakaon 12
Documentary Papyri, P.Sakaon 12
Not analysed yet
ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Φαῶφι κθ. Αὐρήλιοι Ἡρωνεῖνος, καὶ Φιλάδελφος καὶ Ἀθανάσιον, ἀμφότεροι ἐξηγητεύσαντες Ἀλεξανδρείας, καὶ Σερηνίων γυμνασιαρχήσας, δεκάπρωτοι ϛ η τοπαρχίας Θεμίστου μερίδος. ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Θεαδελφίας ὑπὲρ γενήματος ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους θείας διατυπώσεως μέτρῳ δημοσίῳ ξυστῷ ὀνόματος Σακαῶνος Σαταβοῦτος πυροῦ σὺν ἑκατοσταῖς ἀρτάβας δέκα δύο τρίτον, πυροῦ ἀρτάβας ιβ γ, καὶ ὀνόματος κληρονόμων Σαταβοῦτος διὰ Σακαῶνος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ, πυροῦ ἀρτάβας β 𐅵,γίνονται ὁμοῦ τοῦ συν… πυροῦ καθαροῦ ἀρτάβαι ιδ 𐅵γ. Αὐρήλιος Φιλάδελφος διʼ ἐμοῦ Σαραπίωνος …βοηθοῦ σεσημείωμαι τοὺς ὀβολοὺς καὶ τὰ ναῦλα τῶν διεραμάτων. Αὐρήλιος Σερηνίων δεκάπρωτος διʼ ἐμοῦ Ἀτίωνος βοηθοῦ σεσημείωμαι τὰ ναῦλα τῶν διεραμάτων. Αὐρήλιος Ἡρωνῖνος δεκάπρωτος διʼ ἐμοῦ Πέτρου βοηθοῦ σεσημείωμαι.