Ancient Greek
P.Sakaon 13
Documentary Papyri, P.Sakaon 13
Not analysed yet
ἔτους ιε, γ, καὶ α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων, Ἐπεὶφ ιδ. διέγραψαν Κηλητὴς καὶ Καναοῦ διὰ τῶν κωμαρχῶν τιμῆς ἀχύρου κ ἔτους καὶ ιβ ἔτους Θεαδελφίας τάλαντον ἓν καὶ δραχμὰς χιλίας, γίνονται τάλαντον α δραχμαὶ Α. καὶ τῇ ιε διέγραψαν οἱ αὐτοὶ τιμῆς ἀχύρου κ ἔτους καὶ ιβ ἔτους Θεαδελφίας δραχμὰς τετρακισχιλίας πεντακοσίας, γίνονται δραχμαὶ Δφ. καὶ τῇ ιη διέγραψαν Κηλητὴς καὶ Καναοῦ διὰ Ὡρίωνος καὶ Σακαῶνος κωμαρχῶν τιμῆς ἀχύρου κ ἔτους καὶ ιβ ἔτους Θεαδελφίας δραχμὰς δισχιλίας, γίνονται δραχμαὶ Β. καὶ τῇ ιθ διέγραψαν οἱ αὐτοὶ τιμῆς κρέως κ ἔτους καὶ ιβ ἔτους Θεαδελφίας τάλαντα δύο, γίνονται τάλαντα β. καὶ τῇ κ διέγραψαν οἱ αὐτοὶ τιμῆς κρέως κ ἔτους καὶ ιβ ἔτους Θεαδελφίας δραχμὰς ἑξακοσίας, γίνονται δραχμαὶ χ. καὶ τῇ αὐτῇ διέγραψαν οἱ αὐτοὶ τιμῆς ἀχύρου κ ἔτους καὶ ιβ ἔτους Θεαδελφίας δραχμὰς χιλίας πεντακοσίας, γίνονται δραχμαὶ Αφ.