Ancient Greek
P.Sakaon 20
Documentary Papyri, P.Sakaon 20
Not analysed yet
Αὐρήλιος Εὐπορᾶς βουλευτὴς ὑποδέκτης σίτου ἀρτοποιΐας τῶν διακιμένων ἐνταῦθα γενναιοτάτων στρατιωτῶν τῶν ὑπὸ Δίωνα πραιπόσιτον διʼ ἐμοῦ Αὐρηλίου Νειλεῦτος βουλευτοῦ Αὐρηλίοις Σελποῦτι καὶ Σακαῶνι καὶ τοῖς κοινωνοῖς σιτολόγοις κώμης Θεαδελφίας χαίρειν. παρέλαβα παρὰ ὑμῶν ὑπὲρ ἕκτης ἰνδικτίονος μέτρῳ μοδίῳ ξυστῷ πυροῦ καθαροῦ σὺν ἑκατοσταῖς ι ἀρτάβας τεσσαράκοντα τρεῖς, γίνονται ἀρτάβαι μγ. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικιννίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Τῦβι κδ. Νειλεὺς σεσημείωμαι.