Ancient Greek
P.Sakaon 21
Documentary Papyri, P.Sakaon 21
Not analysed yet
Αὐρήλιος Νειλεὺς βουλευτὴς ἀποδέκτης κριθῆς ἐπὶ πόλεως Αὐρηλίοις Σουλποῦτι καὶ Ἥρωνι καὶ κοινωνοῖς σιτολόγοις Θεαδελφίας διὰ Ἀρίωνος Διοσκόρου χαίρειν. παρέλαβον παρὰ σοῦ ὑπὲρ ζ ἰνδικτίονος κωμητῶν Θεαδελφίας κριθῆς καθαρᾶς ἀρτάβας δέκα ἥμισυ, γίνονται ἀρτάβαι ι 𐅵,μόνας. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Τῦβι γ. Νειλεὺς σεσημείωμαι. Αὐρήλιοι Ἁρποκρατίων καὶ Σαραπάμμων καὶ Ἀπολλώνιος καὶ Συρίων ἀποδέκται ὅρμου πόλεως Αὐρηλίοις Ἥρωνι καὶ Ἀεὶλ καὶ τοῖς κοινωνοῖς σιτολόγοις κώμης Θεαδελφίας χαίρειν. παρελάβαμεν παρʼ ὑμῶν ἐν τῷ αὐτῷ ὅρμῳ ὑπὲρ γενήματος ζ ἰνδικτίωνος κωμητῶν τῆς αὐτῆς κώμης μέτρῳ μοδίῳ ξυστῷ πυροῦ ἀρτάβας ἑκατὸν ἕνδεκα μόνας. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Μεχὶρ ιδ. Ἁρποκρατίων σεσημείωμαι. Σαραπάμμων σεσημείωμαι. καὶ ὁμοίως Μεχὶρ ιζ παρελάβαμεν παρὰ τῶν αὐτῶν ἄλλας πυροῦ ἀρτάβας πεντήκοντα μίαν, γίνονται ἀρτάβαι να, μόνας. Ἁρποκρατίων σεσημείωμαι. Σαραπάμμων σεσημείωμαι. Αὐρήλιος Νειλεὺς βουλευτὴς πόλεως ὑποδέκτης σίτου ἀρτοποιΐας τῶν ἐνταῦθα γενναιοτάτων στρατιωτῶν τῶν ὑπὸ Δίωνα πραιπόσιτον Αὐρηλίοις Σελποῦτι καὶ Ἥρωνι καὶ τοῖς κοινωνοῖς σιτολόγοις Θεαδελφίας διʼ Ἀρείωνος χαίρειν. παρέλαβον παρὰ ὑμῶν ὑπὲρ ζ ἰνδικτίονος κωμητῶν κώμης Θεαδελφίας μέτρῳ μοδίῳ ξυστῷ τὰς δοθείσας εἰς τὰ ἀρτοκοπεῖα πυροῦ ἀρτάβας ἐννενήκοντα δύο, γίνονται ἀρτάβαι ϙβ, μόνας. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικιννίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Τῦβι δ. Νειλεὺς σεσημείωμαι. Αὐρήλιοι Ὡρίων καὶ …ἀποδέκται ὅρμου πόλεως Αὐρηλίοις Σελποῦτι καὶ Ἥρωνι καὶ Ἀεὶλ σιτολόγοις κώμης Θεαδελφίας …χαίρειν. παρελάβαμεν παρʼ ὑμῶν ἐν τῷ αὐτῷ ὅρμῳ ὑπὲρ γενήματος ζ ἰνδικτίονος κωμητῶν τῆς αὐτῆς κώμης μέτρῳ μοδίῳ ξυστῷ πυροῦ ἀρτάβας ἐννέα, γίνονται ἀρτάβαι θ, μόνας. Αὐρήλιοι Ὡρίων καὶ …σεσημειώμεθα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. …ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, …