Ancient Greek
P.Sakaon 22
Documentary Papyri, P.Sakaon 22lin23_33
Not analysed yet
Δημήτριος βουλευτὴς ἐπιμελητὴς ἱεροῦ Ἑρμαίου Μέμφεως Σακαῶνι καὶ τῷ κοινωνῷ κωμάρχαις κώμης Θεαδελφίας χαίρειν. ἔσχον παρʼ ὑμῶν τὸ αἱροῦν ὑμῖν μέρος τοῦ ἡμίσους τοῦ ἐργάτου ἀπὸ δεκάτης Θὼθ μέχρι δεκάτης Χοιάκ, μηνῶν τριῶν ,οὐ μὴν ἀλλὰ καὶ τὰς τροφὰς τοῦ ὄνου μηνῶν τριῶν ,ἀπὸ Μεσορὴ δεκάτης μέχρι Ἁθὺρ δεκάτης, πλήρη. Δημήτριος σεσημείωμαι —. τοῖς ἐσομένοις ὑπάτοις τὸ δ, Θὼθ ι.