Ancient Greek
P.Sakaon 22
Documentary Papyri, P.Sakaon 22lin34_46
Not analysed yet
Καστορίων βουλευτὴς ἐπιμελητὴς ἐργατῶν τῶν κατὰ τὴν Ἀλαβαστρίνην μετάλλων Σακαῶνι καὶ τῷ κοινωνῷ κωμάρχαις Θεαδελφίας χαίρειν. ἔσχον παρʼ ὑμῶν τὰ αἱροῦντα ὑμῖν ὑπὲρ τοῦ ἐργάτου καὶ τὰ αἱροῦντα ὑπὲρ τοῦ ἄλλου ἐργάτου τοῦ ἀντὶ τοῦ τέκτονος μηνῶν τριῶν ,τῶν ἀπὸ Μεσορὴ νεομηνίας ἕως Φαῶφι τριακάδος, ἔτι δὲ καὶ τὰ αἱροῦντα ὑμῖν πάντα ὑπὲρ καμήλου, πλήρη. Καστορίων ἔγραψα. τοῖς ἐσομένοις ὑπάτοις τὸ δ. Θὼθ ια.