Ancient Greek
P.Sakaon 23
Documentary Papyri, P.Sakaon 23
Not analysed yet
Αὐρήλιος Ἀντώνιος …ης ἀρτοκοπείων Μέμφεως διὰ Εἰρηναίου …Αὐρηλίοις κωμάρχαις κώμης Θεαδελφίας χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τοὺς μισθοὺς τοῦ αἱροῦντος ὑμῖν μέρους ἐργάτου τῶν αὐτῶν ἀρτοκοπείων Μέμφεως ὑπὲρ μηνῶν ὀκτώ ,τοὐτέστιν ἀπὸ Παχὼν ἕως Χοιὰκ τῆς ἐνεστώσης ὑπατείας, πλήρης· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κρήσπου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων τὸ γ, Χοιὰκ κη. Αὐρήλιος Ἀντώνιος διʼ ἐμοῦ Εἰρηναίου ἀδελφοῦ ἀπέσχον τοὺς μισθοὺς πλήρης ὡς πρόκιται. Αὐρήλιος Ἀμμώνιος Σερήνου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.