Ancient Greek
P.Sakaon 31
Documentary Papyri, P.Sakaon 31
Not analysed yet
ἔτους ϛ τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ, ἐν τῷ Ἀρσινοΐτῃ, πρὸ βήματος. Ἰσίδωρος ἀπὸ συνηγοριῶν εἶπεν· Ἄρτεμις ἐντυγχάνει δύο μηνῶν κ…νη καὶ οἱ παῖδες οἱ ἀφήλικες προσεδρεύουσίν σου τῷ δικαστηρίῳ. προσεδρεύουσιν δὲ ἐκ κελεύσεως τοῦ διασημοτάτου ἡγεμόνος, ἀναπέμψαντος τὸ πρᾶγμα ἐπὶ σέ, ἵνα τὴν βίαν κωλύσῃς. τὴν δὲ βίαν πολλάκις παρεθέμεθα διὰ τῶν σῶν ὑπομνημάτων. Συρίων γὰρ μετὰ θάνατον τοῦ πατρὸς τῶν παίδων ἐποφθαλμιάσας τοῖς θρέμμασιν τοῖς ὑπὸ τοῦ πατρὸς αὐτῶν καταλειφθεῖσιν, ποιμὴν γὰρ ἐτύγχανεν, ἑξήκοντα ὄντα τὸν ἀριθμὸν ἥρπασεν. καὶ σὺ ἀγανακτήσας ἐκέλευσας αὐτῷ τῷ Συρίωνι παραστῆσαι τοὺς ποιμένας μεθʼ ὧν ἐποίμαινεν ὁ τῶν παίδων πατὴρ καὶ Αὐνῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ, ἵνʼ οὕτως μηδεμιᾶς ἀμφισβητήσεως οὔσης ἀποκατασταθῇ τοῖς παιδίοις τὰ πρόβατα. ἀλλʼ ὅρα τί διαπράττεται Συρίων· ἀντιπράττει τοῖς ὑπὸ σοῦ κελευσθεῖσιν καὶ τοῖς ὑπὸ τῆς ἡγεμονίας. καὶ διὰ τοῦτο καὶ νῦν μαρτυρόμεθα ὅπως ἤδη ποτὲ κελεύσῃς αὐτὸν ἀχθῆναι καὶ ἀποδοῦναι τοῖς παιδίοις ἃ ἥρπασεν. ὁ ἐπίτροπος εἶπεν· ἐπειδὴ Συρίων εἰς τὰ ἀναγκαιότερα τὰ τῷ ταμιείῳ διαφέροντα ἀπέσταλται, ὁσονουδέπω ἐπανελθὼν ἀποκριθήσεται πρὸς τὰ ἐπιφερόμενα αὐτῷ. Ἰσίδωρος ἀπὸ συνηγοριῶν εἶπεν· ἐὰν οὖν φυγοδικήσῃ; Αὐρήλιος Ἡρακλείδης ὁ κράτιστος ἐπιστράτηγος εἶπεν· ἐντευχθεὶς ὅρον δώσω.