Ancient Greek
P.Sakaon 32
Documentary Papyri, P.Sakaon 32
Not analysed yet
…παρόντων …Ἑρμείας εἶπεν· …κανόνι …αμ …σαν ἑαυ…ιτη …ἡγεμόνι …της …εν …ύρατε ὑμᾶς …υ κεκελευ…μη ἐργάζεσθαι …μεν τοῦ …ἀπὸ Φιλαγρίδος …ς Εὐημερίας …διασημοτάτῳ …ἀναγνωσθέντος ὑπομνήματος γενομένου ἐπὶ τοῦ διασημοτάτου Σεπτιμίου Ἀπολλωνίου κοσμήσαντος τὴν διοίκησιν, καὶ ἑτέρου γενομένου ἐπὶ Ἰσιδώρου τοῦ καὶ Νεμεσίωνος στρατηγήσαντος Θεμίστου καὶ Πολέμωνος μερίδων τῷ πρώτῳ ἔτει τῆς εὐτυχεστάτης ταύτης βασιλείας Μεχεὶρ β, μετὰ τὴν ἀνάγνωσιν ὁ στρατηγὸς τῶν ὑδροφυλάκων ἐπύθετο εἰ οἱ ἀπὸ Θεαδελφείας …ε… ἐπὶ τὸ στόμιον καὶ ἐκίνησαν τῆς λιθείας. ἀπεκρίναντο …ρ…τ…υτοις χ… τὸ ἐκτὸς ἐλάξευσαν. διʼ ἑρμηνέως ἀπεκρίναντο …σκαλαμεν ὃ κατήλθαμεν …αι ἔγνωμεν. —ὁ στρατηγὸς αὐτοῖς εἶπεν· απερ…θετε γὰρ Νίννῳ ναύτῃ ερ…αν. οἱ ὑδροφύλακες προσεφώνησαν ἐνγράφως περὶ τῶν ἀπὸ Θεαδελφείας λαξεῦσαι μὲν τὴν διώρυγα, περὶ δὲ τοῦ στομίου ε…· προσφωνοῦντες γὰρ εἶπον τὸν λίθον τοὺς ἀπὸ ἀπὸ Φιλαγρίδος βεβασταχέναι ἠγγέλκασιν σὺν αὐτοῖς, καὶ μάλα καὶ Νίννου ναύτου κατελθόντος μετὰ τῶν ὑδροφυλάκων. ὁ στρατηγὸς αὐτοῖς εἶπε· τί λέγετε; Νίννος ναύτης ἀπεκρίνατο· καὶ τοῦτο τὸ τῆς Φιλαγρίδος καὶ αὐτὸ ὑγιῆ ἐστίν, τὸ ἔμπροσθεν αὐτοῦ. ὁ στρατηγὸς αὐτῷ εἶπεν· οὐδὲν οὖν βεβάστακται; ἀπεκρίνατο· ἐκ τῶν πρώτων αὖ. ὁ στρατηγὸς τοῖς ὑδροφύλαξι εἶπε· τί γὰρ οὖν ὑμεῖς προσεφωνήσατε λίθον βεβασταχέναι τοὺς ἀπὸ Φιλαγρίδος; διʼ ἑρμηνέως ἀπεκρίναντο· τοῦ στομίου τοῦ πρώτου οπιστον βεβάστακται. Ἑρμίας ἀπὸ Φιλαγρίδος εἶπεν· οὐδὲν βεβάστακται. οὖτοι φθόνῳ ἡμᾶς περὶ κλειδίου κατα- …α… δ… α… δ… ε… ε… θ… θ…