Ancient Greek
P.Sakaon 42
Documentary Papyri, P.Sakaon 42
Not analysed yet
Σαβινιανῷ τῷ διασημοτάτωι ἡγεμόνι Μερκουριανῆς Αἰγύπτου παρὰ Σακαῶνος καὶ Ἐσούρεως καὶ Ἀρείωνος ἀπὸ κώμης Θεαδελφίας. ἐνετύχαμεν τῇ σῇ ἀρετῇ, κύριε, ἐξ ἐπιπέδου, ὡς μὴ μεταλαμβανόντων ὕδωρ πρὸς τὴν ἀρδείαν τῶν ἐδαφῶν —διὰ τὸ καὶ ὀλιγοϋδρεῖν τὴν κώμην ὡς ἐκ τούτου ἐξησθενηκέναι —τελούντων ὑπὲρ τῶν τοσούτων ἀβροχούντων ἱκανῷ χρόνῳ εἰς πενίαν ἐλθόντες, ἀξιοῦντες εὐεργεσίας τυχεῖν. ἐκέλευσας τοῖς χωματεπείκταις μετὰ ὀφφικιαλίου καὶ τοῦ πραιποσίτου τοῦ πάγου, ὥστε ἐπὶ τῶν τόπων γενέσθαι καὶ ἐπιθεωρῆσαι τὴν ὄψιν, οἵτινες κατελθόντες εὗραν ἡμᾶς μὴ μεταλαβόντας τοῦ ὕδατος οὐ μόνον ἐφέτος ἀλλὰ ἱκανοῖς χρόνοις διὰ τὸ πολὺ ὑστέραν εἶναι τὴν κώμην. ἀξιοῦμεν τοίνυν τὴν σὴν ἀνδρείαν εὐεργετῆσαι ἡμᾶς κατὰ τοὺς νόμους καὶ τὰς κελεύσεις, ἡγεμών, σοῦ καὶ ἄλλων ἀρχόντων, τὰς ἀσθενεστέρας κώμας ταῖς εὐποτμούσαις κώμαις συνάπτεσθαι, καὶ ἡμᾶς κοινωνηθῆναι τοὺς μερισμοὺς τῇ εὐποτμούσῃ κώμῃ τοῦ πεδίου, λέγομεν τῇ Ἑρμουπόλει, ᾗ καὶ ἔτι πρότερον …τοῖς δεκαπρώτοις ἐπενεμήθημεν αὐτῇ. ἐπειδήπερ καὶ τῶν ὑδάτων πρωτοτύπως με… …οι, καὶ παρʼ αὐτῶν τὴν εἰσφορὰν γενέσθαι δεῖ τῶν τελεσμάτων τῶν γῶν τῆς κώμης ἡμῶν, ἵνα τούτου τυχόντες δυνηθῶμεν ἐν τῇ ἰδίᾳ συνεστάναι, καὶ διὰ παντός σοι εὐχαριστῆσαι. διευτύχει.