Ancient Greek
P.Sakaon 43
Documentary Papyri, P.Sakaon 43
Not analysed yet
Αὐρηλίῳ Χαιρήμονι πραιποσίτῳ πάγου η παρὰ Αὐρηλίου Σακαῶνος Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφίας τοῦ αὐτοῦ πάγου. ἀπογραψαμένου μου πρώην ἐν τῷ συσταθέντι κήνσῳ παρὰ Σαβείνῳ κηνσίτορσι ἃς ἔχω περὶ τῆς αὐτῆς κώμης Φιλαγρίδος ἀρούρας πέντε ,καὶ ἐμοῦ τήν τε νομὴν καὶ δεσποτίαν ἔχοντος τῶν αὐτῶν ἀρουρῶν καὶ διευθύνοντός μου τῷ ἱερωτάτῳ ταμιείῳ τὰ ὑπὲρ αὐτῶν εὐσεβῆ τελέσματα, οὐκ οἶδα τίνι λόγῳ Ἥρων καὶ Ἁτρῆς καὶ Πέννις καὶ Ἀῦγ ἀπὸ τῆς αὐτῆς κώμης Θεαδελφίας ἐποφθαλμιάσαντες τῶν ἡμετέρων καμάτων βεβούληνται ἐξ αὐτῶν ἀρουρῶν δύο ἥμισυ ἀποσπᾶσαι του…ου τὰς μηδὲν αὐτοῖς διαφερούσας. καὶ δικαιολογεῖ Χ…α… πρὸς αὐτούς, οἱ δὲ ἐκ τῆς ἐναντιώσεως ἀπειλοῦσι τὰ μηδὲν επικτ…ναδυο…απ… με…ιοι καὶ δεδε…υντ…τ…ου…ιληναρουρ παρασυνγραφα… δέομαί σοι ἀπὸ τούτων προσάχθαι αὐτοὺς ἐπὶ σὲ καὶ πρῶτον μὲν κ… τῶν μηδὲ τούτοις διαφερόντων δια… ων πραξ… διευτύχει. ὑπατείας Κωνσταντίου καὶ Οὐαλερίου Μαξίμου Ἁθὺρ ι. Αὐρήλιος Σακαῶν ἐπιδέδωκα. …ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.