Ancient Greek
P.Sakaon 45 a
Documentary Papyri, P.Sakaon 45arpdupl
Not analysed yet
Αὐρηλίῳ Πλουτάμωνι εἰρηνάρχῃ πάγου η παρὰ Αὐρηλίου Σακαῶνος Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφίας τοῦ Ἀρσινοΐτου νομοῦ. ἐπειδὴ ……τὸν καιρὸν τῶν ὑδάτων ……οὐκ οἶδα τίνι λόγῳ Ἀμίες καὶ οἱ τούτου υἱοὶ καὶ Εὐπορᾶς καὶ οἱ τούτου υἱοὶ τυραννίᾳ χρώμενοι καὶ λῃστρικῷ τρόπῳ ἔμβλημα βαλώντες ἐν τῇ διώρυχι παρὰ τὸ μὴ ἐξόν —καὶ θεῖος νόμος ἐφύτευσεν μὴ βαλέσθαι ἔμβλημα —διʼ αὐτὸ τοῦτο ἀξιῶ σὲ τὸν εἰρήναρχον ἐπιθεωρῆσαι τὴν καθʼ ἡμᾶς γενομένην βίαν ὑπὸ τῶν προειρημένων εἶτα ἐμὲ καὶ αὐτοὺς παραστῆσαι τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου, αὐτοῦ γάρ ἐστιν τὰ τοιαῦτα ἐκδικεῖν, καὶ τούτου τυχὼν χάριτά σοι ὁμολογήσω. διευτύχει. Αὐρήλιος Σακαῶν ἐπιδέδωκα. Ἡράκλιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ὑπατείας Φλαουίου Ὀπτάτου πατρικίου καὶ Ἀνικίου Παυλίνου τῶν λαμπροτάτων, Χοιὰκ ια.