Ancient Greek
P.Sakaon 45
Documentary Papyri, P.Sakaon 45rpdupl
Not analysed yet
Αὐρηλίῳ Πλουτάμωνι εἰρηνάρχῃ πάγου η παρʼ Αὐρηλίου Σακαῶνος Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφίας τοῦ Ἀρσινοΐτου νομοῦ. ἐπειδὴ …α τὸν καιρὸν τῶν ὑδάτων …η …οὐκ οἶδα τίνι λόγῳ Ἀμίες καὶ οἱ τούτου υἱοὶ καὶ Εὐπορᾶς καὶ οἱ τούτου υἱοὶ τυραννίᾳ χρώμενοι καὶ λῃστρικῷ τρόπῳ ἔμβλημα βαλόντες ἐν τῇ διώρυγι παρὰ τὸ μὴ ἐξόν —καὶ θεῖος νόμος ἐφύτευσεν μὴ βαλέσθαι ἔμβλημα —διʼ αὐτὸ τοῦτο ἀξιῶ σὲ τὸν εἰρήναρχον …ἐπιθεωρῆσαι τὴν καθʼ ἡμᾶς γενομένην βίαν ὑπὸ τῶν προειρημένων, εἶτα ἐμὲ καὶ αὐτοὺς παραστῆσαι τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου, αὐτοῦ γάρ ἐστιν τὰ τοιαῦτα ἐκδικεῖν, καὶ τούτου τυχὼν χάριτά σοι ὁμολογήσω. διευτύχει. Αὐρήλιος Σακαῶν ἐπιδέδωκα. Ἡράκλιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ὑπατείας Φλαουίου Ὀπτάτου πατρικίου καὶ Ἀνικίου Παυλίνου τῶν λαμπροτάτων, Χοιὰκ ια.