Ancient Greek
59.15 to 59.19
Documentary Papyri, P.Sakaon 59.15-19
Not analysed yet
ἢ ἐμποιησόμενον καθʼ ὅντινα οὖν τρόπον αὐτὸν ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασειν, ἔτι καὶ προσεκτείσειν τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα καὶ ε…ου τῆς οἰκίας, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Σαραπίων ὁμολογῶ πεπρακέναι τὴν ὑπάρχουσάν μοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου Τόπων οἰκίαν πρότερον οὖσαν κναφεῖον, ἧς αἱ γειτνίαι πρόκινται, καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα ἐννέα ,καὶ βεβαιῶ καθαρὰν ὡς πρόκιται· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πλουτάμμων Ὡρίωνος ἀπὸ ἀμφόδου Βιθυνῶν Εἰσίωνος ἔγραψα ὑπὲρ αὐτοῦ τὰ πλεῖστα. Αὐρήλιος Σαραπίων πέπρακα ὡς πρόκιται. Αὐρηλία Ἄρτεμις· γέγονε εἴς με ἡ πρᾶσις τῆς προκιμένης οἰκίας ὡς πρόκιται. Αὐρήλιος Εὐδαίμων Εὐδαίμονος ἀπὸ ἀμφόδου Μοήρεως ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. Αὐρήλιος Σεύιος οὐετερανὸς κεχρημάτικα. χρόνος ὁ προκείμενος αὐτοῦ ἐξοδιασμοῦ.