Ancient Greek
60.1 to 60.15
Documentary Papyri, P.Sakaon 60.1-15
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκρατόρων Καισάρων Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν μεγίστων, Σαρματικῶν μεγίστων, Περσικῶν μεγίστων, Βριττανικῶν μεγίστων, Καρπικῶν μεγίστων, Εὐσεβῶν, Εὐτυχῶν, Σεβαστῶν, καὶ ἔτους δευτέρου τῶν κυρίων ἡμῶν Σεουήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων, ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν τὸ ϛ, μηνὸς Γορπιαίου Ἐπεὶφ α, ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Αὐρηλία Τιτανιανὴ Φιλαδέλφου μητρὸς Ἁρποκρατιαίνης ἀπὸ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων ὡς ἐτῶν μβ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ, Αὐρηλίᾳ Ἀρτέμιτι Παησίου μητρὸς Ἡρῶτος ἀπὸ κώμης Θεαδελφίας, καὶ αὐτῇ ὁμοίως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ, πεπρακέναι τὴν ὁμολογοῦσαν Τιτανιανὴν τῇ Ἀρτέμιτι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ ἀγοραστὴν κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διά τε τοῦ ἐνθάδε μνημονίου καὶ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης τῷ δ ἔτει τῆς Πρόβου βασιλείας μηνὶ Μεχεὶρ ιβ παρὰ Αὐρηλίας Ἀμμωναρίου Διδύμου μητρὸς Ἡρακλοῦτος ἀπὸ ἀμφόδου Θαραπίας, χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ, ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Θηβαίων οἰκίαν σὺν χρηστηρίοις ἐπὶ τοῖς οὖσι αὐτῆς μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τείχεσι καὶ φωσφορίαις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι, κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι νῦν συνήθειαν, ἧς γείτονες, καθὼς ὁ προκείμενος χρηματισμὸς περιέχει, νότου πρότερον Ἀμμωνίου νυνὶ δὲ Ζωΐλου γυμνασιαρχ αὐλή, βορρᾶ πρότερον Δείου καὶ Πτολλαρίωνος νυνὶ δὲ τοῦ αὐτοῦ Ζωίλου οἰκία, ἀπηλιώτου ῥύμη βασιλικὴ διʼ ἧς εἴσοδος καὶ ἔξοδος τῆς οἰκίας, λιβὸς τοῦ αὐτοῦ Ζωΐλου αὐλή, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Τιτανιανὴν παρὰ τῆς Ἀρτέμιτος τὰ συμπεφωνημένα τῆς τιμῆς ἀργυρίου τάλαντα δέκα ἐκ πλήρους διὰ χειρός, καὶ βεβαιώσειν αὐτήν τε τὴν ὁμολογοῦσαν Τιτανιανὴν καὶ τοὺς παρʼ αὐτῆς τῇ ἀγοραστρίᾳ Ἀρτέμιτι καὶ τοῖς παρʼ αὐτῆς τὰ κατὰ τὴν πρᾶσιν τῆς προκειμένης οἰκίας σὺν χρηστηρίοις πάσῃ βεβαιώσει, ἣν καὶ παρέξασθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ ἀπὸ τοῦ νῦν τὴν Ἄρτεμιν κρατεῖν ταύτης καὶ κυριεύειν, καὶ τὰ περιγεινόμενα ἐξ αὐτῆς εἰς τὸ ἴδιον αὐτὴν ἀποφέρεσθαι, καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῆται, ἐφʼ ἣν καὶ ἐπιπορεύεσθαι τὴν ὁμολογοῦσαν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς μηδένα κατὰ μηδένα τρόπον, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον καθʼ ὅντινα οὖν τρόπον ἀποστήσειν αὐτὴν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασειν, ἔτι καὶ προσεκτείσειν τὴν τιμὴν