Ancient Greek
P.Sakaon 6
Documentary Papyri, P.Sakaon 6
Not analysed yet
Ἀντωνίῳ Σαραπάμμωνι στρατηγῷ Ἀρσινοίτου παρὰ Αὐρηλίων Ἀῦγ Μέλανος καὶ Ἀείλου Σακαῶνος ἀμφοτέρων ἀπὸ κώμης Θεαδελφίας σιτολόγων πολιτῶν καὶ κωμητῶν γενήματος θ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους. ὁμολογοῦμεν ὀμνύοντες τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Σεβαστῶν τύχην παρειληφέναι καὶ εἰσκεκλεικέναι ἐν θησαυρῷ τῆς αὐτῆς κώμης ἀπὸ γενήματος θ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους πυροῦ σὺν ἑκατοσταῖς ἀρτάβας ριδ, ὧν πολιτῶν ἀρτάβαι ζ …,κωμητῶν ἀρτάβαι ρζ, ὧν καὶ τὴν μεταφορὰν ποιησώμεθα εἰς τοὺς ἐπινίους τόπους· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Μαξιμίνου καὶ Κωνσταντίνου Σεβαστῶν τὸ γ, Μεσορὴ δ. Αὐρήλιοι Ἀῦγ καὶ Αἰλοῦς σιτολόγοι παρελάβαμεν τὸ προκείμενον μέτρον τοῦ σίτου ὡς πρόκειται. Αὐρήλιος Νεῖλος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.