Ancient Greek
P.Sakaon 7
Documentary Papyri, P.Sakaon 7
Not analysed yet
Αὐρηλίῳ Εὐστοχίῳ στρατηγῷ Ἀρσινοΐτου παρʼ Αὐρηλίων Σέμωνος Σαραπίωνος διὰ τοῦ ἀδελφοῦ Αὐρηλίου Σουλποῦ καὶ Ἀμμωνίου Ἀλλίωνος διὰ τοῦ προσγενοῦς Αὐρηλίου Ἀείλεως καὶ Ζωΐλου Μέλανος διὰ τοῦ ἀδελφοῦ Αὐρηλίου Ἀῦγ Μέλανος σιτολόγων κωμητῶν κώμης Θεαδελφίας. ὁμολογοῦμεν ὀμνύντες τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Σεβαστῶν καὶ τῶν ἐπιφανεστάτων Καισάρων τύχην παρειληφέναι καὶ εἰσκεκλεικέναι ἐν τῷ δημοσίῳ θησαυρῷ τῆς κώμης ἀπὸ γενήματος τῆς αὐτῆς η ἰνδικτίονος πυροῦ καθαροῦ σὺν ἑκατοσταῖς ἀρτάβας τα καὶ ὑπὲρ μέρους Ἀρσινόης κωμητῶν ἀρτάβας κδ, ἅ καὶ παραδώσομεν οἷς ἐὰν κελευσθῶμεν, καὶ ἐπενέγκωμεν ἄποχα γράμματα· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου Καίσαρος τὸ α, Μεσορὴ λγ. Αὐρήλιοι Σελποῦς καὶ Ἀὶλ καὶ Ἀυοῦγ Μέλανος ἐπιδεδώκαμεν. Αὐρήλιος Αρ…ισ…ος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.