Ancient Greek
P.Sakaon 62
Documentary Papyri, P.Sakaon 62
Not analysed yet
ὁμολογεῖ Φλαύιος Σαβῖνος στρατιώτης ἀναφερόμενος ἐν κάστροις Ναρμούθεως τῶν ὑπὸ Σαλουίτιον πραιπόσιτον ἀπὸ προτηκτώρων. ὁμολογῶ πεπρακέναι Αὐρηλίῳ Καπίτωνι πριμιπιλαρίῳ κώμης Διονυσιάδος τὴν ὑπάρχουσάν μοι ἱππάδα χελιδονιαίαν πρωτοβόλον τιμῆς τῆς συνπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου ταλάντων ἑκατὸν τριάκοντα πλήρης σεβαστῶν νομίσματος διὰ χειρὸς καὶ βεβαιῶ πάσῃ βεβαιώσει· τὴν δὲ ἱππάδα ἐντεῦθεν παρέλαβεν ὁ πριάμενος ταύτην τοιαύτην ἀναπόρριφον. ἡ πρᾶσις κυρία, καὶ ἐπερωτηθεὶς ὁμολόγησα. μετὰ τὴν ὑπατείαν Κωνσταντίου καὶ Μαξίμου τῶν λαμπροτάτων ἐπάρχων, Τῦβι κϛ. Φλαύιος Σαβῖνος στρατιώτης πέπρακα τὴν ἱππάδα μου καὶ ἔσχον τὴν τιμὴν πλήρης ὡς πρόκιται. Φλαύειος Αὐνῆς στρατιώτης τῶν αὐτῶν κάστρων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.