Ancient Greek
P.Sakaon 61
Documentary Papyri, P.Sakaon 61
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Διοσκοράμμων Σαραπίωνος. πέπραχα τῷ Αὐρηλίῳ Σακαῶνι ὄνον θηλείαν ἐπίλευκην τελείαν ἀργυρίου τῆς συμπεφωνημένης τιμῆς ταλάντων …πλήρης, καὶ ἀπέσχον τὸ προκίμενον ἀργύριον ὡς πρόκειται. αὕτη τοιαύτη ἀναπόρριφος. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔχειν με δὲ τὸν Σακαῶνα τὸν ταύτης πῶλον ἐν παραθέσει ἕως ἀπογαλακτισθῇ, καὶ ἀποκαταστήσω σοι αὐτὸν τοῦτο ἐστὶν μῆνας πέντε ἀπὸ τοῦ εἰσιόντος μηνὸς Παῧνι μέχρι μηνὸς Ἐπίφει. ἔτους ιε καὶ ιδ καὶ ζ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν, Παῧνι ιζ. Αὐρήλιος Διοσκοράμμων ἔγραψα τὰ ὅλα.