Ancient Greek
P.Sakaon 64
Documentary Papyri, P.Sakaon 64
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Σεουήρου Σεβαστοῦ καὶ Μαξιμίνου Καισάρων τὸ α. Αὐρήλιος Σακαῶν Σαταβοῦτος μητρὸς Θερμουθίου ἀπὸ κώμης Θεαδελφίας τῆς Θεμίστου μερίδος ὡς ἐτῶν ν οὐλὴ παρὰ ἀντικνημίῳ δ…ν… ἀριστεροῦ, Αὐρηλίῳ Κωύλῃ Θεον… ἀπὸ κώμης Φνε… χαίρειν. ὁμολογῶ ἠριθμῆσθαι παρὰ σοῦ διὰ χειρὸς ἀργυρίου τάλαντα τρία καὶ δραχμὰς τρισχιλίας, γίνονται τάλαντα γ δραχμαὶ Γ, χρῆσιν εἰς μῆνα ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας καὶ ἐπάναγκον τὴν ἀπόδοσίν σοι ποιήσομαι τοῦ προκιμένου κεφαλαίου τῇ ἑβδόμῃ τοῦ εἰσιόντος μηνὸς Παχὼν ἀνυπερθέτως· ἐὰν δὲ τῇ προθεσμίᾳ μὴ ἀποδῶ, ἐκτείσω σοι ὑπὲρ τοῦ ὑπερεκπίπτοντος χρόνου τὸν συμφωνηθέντα μεταξὺ ἀλλήλων τόκον· καὶ ἐπὶ τῆς ἀπαιτήσεως γείνεσθαι τὴν πρᾶξιν ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιε καὶ γ καὶ α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων, Φαρμοῦθι η. Αὐρήλιος Σακαῶν Σεταβοῦτος ὁμολογῶ ἔχειν διὰ χειρὸς τὰ τοῦ ἀργυρίου τάλαντα τρία καὶ δραχμὰς τρισχιλίας καὶ ἀποδώσω ὡς πρόκιται. Αὐρήλιος Σερῆνος Σώτου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἐπράχθη διὰ ἐμοῦ …δου συμβολαιογράφου. χειρόγραφον Ζακαῶνος ἀπὸ κώμης Θεαδελφίας ἀποχὴ ταλάντων γ δραχμῶν Γ.