Ancient Greek
P.Sakaon 65
Documentary Papyri, P.Sakaon 65
Not analysed yet
ὁμολογοῦσιν Αὐρήλιοι Ζακαῶν Σαταβοῦτος μητρὸς Θερμουθαρίου ὡς ἐτῶν ξβ οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ Ἀμμώνιος Ἀλλίωνος μητρὸς Θύνης ὡς ἐτῶν μ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς, ἀμφότεροι ἀπὸ κώμης Θεαδελφίας, ἔχειν παρὰ Φλαυίου Ἀρίωνος ἀπὸ πραιποσίτων διὰ χειρὸς ἀργυρίου σεβαστῶν νομίσματος κεφαλαίου τάλαντα ἑβδομήκοντα ὀκτώ ,ἔντοκον χρῆσιν εἰς μῆνας τρεῖς ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ ὧν ἀνυπερθέτως τὴν ἀπόδοσιν ποιήσονται ἐντὸς τοῦ Χοιὰκ μηνός· ἐὰν δὲ τὴν ἀπόδοσιν μὴ ποιήσωνται τῇ προθεσμίᾳ ἐξακολουθεῖν τὸν ἑστάμενον μεταξὺ αὐτῶν τόκον, καὶ ἐπὶ τῆς ἀπαιτήσεως γενομένης τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῶν πάντων καθάπερ ἐκ δίκης· τὴν ἀσφάλειαν ταύτην …ἣ καὶ κυρία παντὶ ἐπιφέροντι· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Ἰανουαρίνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων, Θὼθ ιδ Αὐρήλιοι Σακαῶν καὶ Ἀμμώνιος ἔσχομεν τὰ τοῦ ἀργυρίου τάλαντα ἑβδομήκοντα ὀκτὼ καὶ ἀποδώσομεν τῇ προθεσμίᾳ ὡς πρόκειται. …χειρόγραφον Σακαῶνος ἀπὸ κώμης Θεαδελφίας …