Ancient Greek
P.Sakaon 67
Documentary Papyri, P.Sakaon 67
Not analysed yet
Αὐρηλίῳ Σακαῶνι Σαταβοῦτος τῶν ἀπὸ κώμης Θεαδελφίας παρὰ Αὐρηλίας Κυριλλοῦτος τῶν ἀπὸ ἀμφόδου Ἑρμουθιακῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν κώμην Θεαδέλφιαν σιτικὰς ἀρούρας εἴκοσι ἢ ὅσας ἐὰν ὦσι πρὸς μόνον σπόρον ἐνεστῶτος ιϛ ἔτους καὶ ιδ ἔτους καὶ ϛ ἔτους δεκάτης ἰνδικτίονος ἐπὶ κοινωνίᾳ ἡμίσει μέρει ἐμοὶ τῇ μεμισθωμένῃ τῶν τοῦ ἔτους ἐκβησομένων καρπῶν ἄνευ φόρου καὶ ἐκφορίου, τῆς τῶν σπερμάτων προχρείας παρεχομένης ὑπὸ σοῦ τοῦ κτήτορος …ι… ἀπὸ κοινῆς ἁλωνίας ἐν πρώτοις, ἔτι δὲ καὶ παραλήψομαι ζυγὰ αὐτάρκη βοϊκὰ καὶ ὀνικὰ τετράποδα ἀπὸ ποτισμοῦ ἕως συνκομιδῆς καὶ αὐτῆς τῆς συνκομιδῆς, καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ ἐνιαυσίου χρόνου προλιπεῖν τὴν μίσθωσιν κατὰ μηδένα τρόπον, καὶ ἐπάναγκον ἐπιτελέσω τὰ τοῦ ἔτους τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τῶν δημοσίων πάντων ὄντων, καὶ ἀννωνῶν καὶ ἐπιβολῶν παντοίων, πρὸς σὲ τὸν κτήτορα, καὶ μετὰ τὸν ἐνιαύσιον χρόνον παραδώσω τὰς ἀρούρας ὡς καὶ ἐγὼ παρέλαβον. ὑπατείας τῶν κυρίων ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β, ….