Ancient Greek
P.Sakaon 66
Documentary Papyri, P.Sakaon 66
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Σακαῶν Σαταβοῦτος μητρὸς Θερμουθίου ἀπὸ Θεαδελφίας ἐτῶν νη οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἔχειν παρὰ Αὐρηλίου Γαυρηλίου κοσμητεύσαντος βουλευτοῦ τῆς Ἀρσινοϊτῶν πόλεως διὰ χειρὸς ἀργυρίου κεφαλαίου τάλαντα τριακόσια τεσσαράκοντα γίνονται τάλαντα τμ, ὄντα χρῆσις εἰς μῆνας δύο ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, ὧν καὶ ἐπάναγκον τὴν ἀπόδοσιν ποιήσεται ὁ ὁμολογῶν τῇ δ τοῦ Χοιὰκ μηνὸς τοῦ ὄντος ἔτους ἀνυπερθέτως· ἐὰν δὲ τῆς προθεσμίας παρελθούσης τὴν ἀπόδοσιν μὴ ποιήσηται ὁ ὁμολογῶν, ἐξακολουθεῖν αὐτῷ τὸν ἑστάμενον μεταξὺ αὐτῶν τόκον· καὶ ἐπὶ τῆς ἀπαιτήσεως γείνεσθαι τῷ Γαυρηλίῳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος Σακαῶνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· καὶ ἐπερωτηθεὶς ὡμολόγησε. ὑπατείας Φλαυίου Ἰανουαρίνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων, Φαῶφι δ. Αὐρήλιος Σακαῶν ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντα τριακόσια τεσσαράκοντα καὶ ἀποδώσω ὡς πρόκιται. Σώτας ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.