Ancient Greek
P.Sakaon 69
Documentary Papyri, P.Sakaon 69
Not analysed yet
Αὐρηλίᾳ Ῥουφίνᾳ τῇ λαμπροτάτῃ διὰ τοῦ ἀνδρὸς Κλαυδίου Λαμβαδίου τοῦ καὶ Οὐιηνίου βουλευτοῦ Ἀλεξανδρίας. παρὰ Αὐρηλίου Σακαῶνος Σαταβοῦτος μητρὸς Τερμουτίου ἀπὸ κώμης Θεαδελφίας. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν κώμην Θεαδέλφιαν σιτικὰς ἀρούρας δέκα ἕξ, ἢ ὅσας ἐὰν ὦσι, ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τῆς ἤδη γενομένης ὑπʼ ἐμοῦ σπορᾶς τοῦ ἐνεστῶτος ἔτους πέμπτης ἰνδικτίονος ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν τριάκοντα, καὶ ἐπιτελέσω τὰ τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει, ἅμα καὶ τὰ δημοσία χώματα ὑπὲρ τῶν ἀρουρῶν ποιήσομαι, τῶν δὲ δημοσίων τελεσμάτων πάντων ὄντων πρὸς σὲ τὴν γεοῦχον, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ συνκομιδῆς καθὼς καὶ ἐγὼ παρέλαβον. ἡ μίσθωσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαυίου Ἀβλαβίου τῶν λαμπροτάτων, Τῦβι ιθ. Αὐρηλεία Ῥουφίνα διʼ ἐμοῦ τοῦ ἀνδρὸς μεμίσθωκα ὡς πρόκιται.