Ancient Greek
P.Sakaon 70
Documentary Papyri, P.Sakaon 70
Not analysed yet
Αὐρηλίῳ Ἀβίνᾳ Ἡσυχίου ἀπὸ κώμης Βουβάστου παρὰ Αὐρηλίου Ἀεὶλ Σακαῶνος ἀπὸ κώμης Θρασώ. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Βούβαστον σιτικὰς ἀρούρας δέκα, ἢ ὅσας ἐὰν ὦσι, πρὸς ἀνακαταμην…εως μέτρησιν σχοινίου ἐν τόπῳ Καπνῷ ἐπὶ χρόνον …κατα ε… ἀπὸ τῆς εὐτυχοῦς ιγ ἰνδικτίωνος …ἐκφορίου ἐκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν σοῦ τοῦ Ἀβίνα παρέχοντος σπέρματα ἐκ προχρείας ἔτι δὲ καὶ βοϊκὰ τετράποδα, καὶ ἐγὼ ὁ Ἀεὶλ παρέξω πάντα τὰ τῶν ἐργατῶν ἔργα ὅσα καθήκει, καὶ ποτισμοὺς …ἀναβολὰς χωμάτων καὶ δημόσια πάντα καθήκοντα, τὰ δὲ σπέρματα καὶ τὰ ἐκφόρια βαστάζομαι πάντα ἀπὸ κοινῆς ἅλω, τὰ δὲ λοιπὰ …,καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ὡς καὶ ἐγὼ παρείληφα. ἡ μίσθωσις κυρία ἔστω καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαυείου Οὔρσου καὶ Φλαυείου Πολεμίου τῶν λαμπροτάτων, Ἀθὺρ …. Αὐρήλιος Ἀβίνας ὁ προκίμενος μεμίσθωκα ὡς πρόκιται. Αὐρήλιος Ἀεὶλ ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος καὶ ἐσωμάτισα.