Ancient Greek
P.Sakaon 71
Documentary Papyri, P.Sakaon 71
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν τὸ ϛ Οὐαλερίῳ Κυρίλλῳ βενεφικιαρίῳ …ρου θηβάρχου καὶ Καπίτωνι τῷ καὶ Θεοδώρῳ ὀφφικιαλίῳ ἐπάρχου Αἰγύπτου διὰ τοῦ παρόντος Κυρίλλου παρὰ Αὐρηλίου Ζακαῶνος Σαταβοῦτος μητρὸς Θερμουθίου ἀπὸ κώμης Θεαδελφίας μετʼ ἐγγύου πάντων τῶν διὰ τῆς μισθώσεως ἐνγεγραμμένων Αὐρηλίου Ἀρείωνος Διοσκόρου μητρὸς Κοτυριλλοῦτος ἀπὸ τῆς αὐτῆς κώμης. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰ ὑπάρχοντα ὑμῖν κοινῶς ἐξ ἴσου πρόβατα εὐάρεστα ἀθάνατα τέλεια, ἀριθμὸν ἑξήκοντα δύο ,ἀφʼ ὧν ἔμποκα ἕξ ,ἀπὸ κουρᾶς τὰ λοιπὰ πεντήκοντα ἕξ ,ὧν θηλυκὰ μὲν τεσσαράκοντα ἐννέα —Μωτωνήσια δέκα ἑπτά ,Ξοϊτικὰ ὀκτώ ,Λατεῖνα ἑπτά ,σύμμεικτα χωρὶς βρακάτων τὰ λοιπὰ δέκα ἑπτά —,κριοὺς ὁμοίως τοὺς λοιποὺς δέκα τρεῖς —ὧν Μωτωνησίους τρεῖς, Ξοϊτικοὺς δύο ,…ους τρεῖς ,τοὺς δὲ λοιποὺς πέντε ,συμμείκτους χωρὶς βρακάτων —,καὶ αἶγας ἀθανάτους εὐαρέστους πεντήκοντα ἐννέα ,ἀφʼ ὧν θηλείας τελείας πεντήκοντα τρεῖς ,ἀρρενικὰς ἕξ ,ἐρίφια πέντε θηλυκὰ πάντα, ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ νῦν μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ιδ καὶ β ἔτους, τὰ μὲν πρόβατα ἐπὶ κοινωνίᾳ ἐμοὶ μὲν τῷ μεμισθωμένῳ ἡμίσει μέρει ὑμῖν δὲ τοῖς κτήτορσιν τῷ λοιπῷ ἡμίσει μέρει τῶν κατʼ ἔτος ἐκβησομένων ἐξ αὐτῶν λημμάτων, διδόντος ἐμοῦ ὑπὲρ ἐπιγονῆς κατʼ ἔτος ἀρνία ἐνιαύσια εὐάρεστα θηλυκά τε καὶ ἀρρενικὰ εἴκοσι ἓξ ἔμποκα ἐπὶ λήμμασιν τοῖς προκειμένοις· δώσω δὲ ὡσαύτως κατʼ ἔτος πρὸς μὲν τὸν πρῶτον ἐνιαυτὸν ὑπὲρ ἐπιγονῆς τῶν αἰγῶν ἐρίφια ἐνιαύσια εὐάρεστα δέκα ,ἀπὸ δὲ τοῦ ἑξῆς δευτέρου ἐνιαυτοῦ ἐπὶ τὰ λοιπὰ ἔτη τέσσαρα ,διὰ τὸ τὰ προκείμενα ἐρίφια πέντε καὶ αὐτὰ τέλεια λογίζεσθαι ἐπὶ τῷ μεμισθωμένῳ, ὁμοίως κατʼ ἔτος ἐρίφια δέκα ὀκτώ ,ἐφʼ ᾧτε ὑμᾶς τοὺς κτήτορας τὰ διδόμενα ὑπʼ ἐμοῦ τοῦ μεμισθωμένου κατʼ ἔτος ὑπὲρ ἐπιγονῆς ἀρνία καὶ ἐρίφια βαστάζειν καὶ ἀποφέρειν ὅπου δʼ ἂν βούλεσθε καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον· τῆς τῶν προβάτων καὶ αἰγῶν γονῆς καὶ νομῶν καὶ κράστεως καὶ κεδρίας καὶ, ὃ μὴ εἴη, θανάτου καὶ ἐπιμελείας καὶ φροντίδος γονῆς ὄντων πρὸς ἐμὲ τὸν μεμισθωμένον, οὐκ οὔσης μοι ἐξουσίας ἐν ἀλλοτρίοις ἐδάφεσι τοὺς συνήθεις κοιτασμοὺς ποιεῖσθαι ἢ μόνον ἐν τοῖς διαφέρουσι ὑμῖν τοῖς κτήτορσιν, λαμβάνοντός μου παρʼ ὑμῶν τὴν συνήθη ὑπηρεσίαν, καὶ μετὰ τὸν χρόνον παραδώσω τούς τε αἶγας καὶ πρόβατα ἀθάνατα, τέλεια, εὐάρεστα, πάντα καθὼς καὶ ἐγὼ παρέλαβον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Οὐαλέριος Κύριλλος βενεφικιάριος θηβάρχου μεμίσθωκα τά τε πρόβατα καὶ αἶγας ἐπὶ ταῖς συνγεγραμμέναις διαστολαῖς ὡς πρόκειται. Αὐρήλιος Θεόδωρος ὁ καὶ Καπίτων ὀφφικιάλιος ἐπάρχου Αἰγύπτου ἐκμεμίσθωκα ὡς πρόκειται. ἔτους ιδ καὶ β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων, Φαμενὼθ δεκάτῃ.