Ancient Greek
P.Sarap. 10
Documentary Papyri, P.Sarap. 10
Not analysed yet
Δίδυμος Δημητρίου Ἀνουβίωνι Σαραπίωνος χαίρειν. πέπρακά σοι βόας δύο ,μίαν μὲν ὑπόχρωμον, ἑτέραν δὲ θηλάζουσαν θηλυκὴν δάμαλιν πυρρόχρωμον καὶ ἔσχον παρὰ σοῦ τὴν συμπεφωνημένην τιμὴν διὰ χειρὸς ἀργυρίου δραχμὰς διακοσίας γίνονται ἀργυρίου δραχμαὶ σαὐτὰς τοιαύτας ἀναπορρίφους. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι ιζ.