Ancient Greek
P.Sarap. 11
Documentary Papyri, P.Sarap. 11
Not analysed yet
Ἁρπαῆσις …τος τῶν ἀφʼ Ἑρμουπόλεως ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς Ἀνουβίωνι Σαραπίωνος Ἑρμοπολίτῃ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν ὑπάρχουσάν μοι βοῦν πυρρὰν χρῶμα μίαν καὶ αὐτόθεν τε ἀπέχω παρὰ σοῦ τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑξήκοντα δύο γίνονται ἀργυρίου δραχμαὶ ξβ καὶ βεβαιώσω πάσῃ βεβαιώσει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼ ε.