Ancient Greek
P.Sarap. 16
Documentary Papyri, P.Sarap. 16
Not analysed yet
Ἀχιλλεὺς Ἀνουβίωνος Σαραπίωνι Εὐτυχίδου χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ χρῆσιν πυροῦ σὺν τόκωι ἀρτάβας εἴκοσι γίνονται πυροῦ σὺν τόκωι ἀρτάβαι κ ἃς καὶ μετρήσω σοι ἐν τῶι Ἐφεὶπ μηνὶ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου μέτρωι Ἀθηναίωι ἑκτημόρωι καθεσταμένας εἰς Ἑρμούπολιν εἰς οἶκον παρὰ σὲ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ …Φαῶφι ϛ