Ancient Greek
P.Sarap. 17
Documentary Papyri, P.Sarap. 17
Not analysed yet
Ὀννῶφρις …τῶν ἀπὸ κώμης Μαγδώλων Μιρὴ Εὐτυχίδῃ Σαραπίωνος χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι τέσσαρας τετρώβολον γίνονται ἀργυρίου δραχμαὶ ρκδ τετρώβολον ἃς καὶ ἀποδώσω σοι ἐν τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ιζ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μεχεὶρ ϛ. Δημήτριος Ἡρώδου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.